Header Ads

ΑΠΟ ΤΟΝ ΣΑΡΑΚΟΣΤΙΑΝΟ ΚΟΡΦΟ (Φ. 1976)

 Ἀπὸ τὴν Κυριακὴ Α΄ Νηστειῶν (Ἁγίας Ὀρθοδοξίας)

 


Εὐχὴ Ἁγίου Ἐφραίμ τοῦ Σύρου

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου,

πνεῦμα ἀργίας, περιεργείας, φιλαρχίας καὶ ἀργολογίας μὴ μοι δῷς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα,

καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου·

ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Η πιο γνωστή ευχή του Αγίου Εφραίμ του Σύρου, που απαγγέλλεται κυρίως κατά τη διάρκεια της Μεγάλης Τεσσαρακοστής, είναι μια προσευχή ταπεινοφροσύνης και μετάνοιας. Ζητά από τον Κύριο να απομακρύνει τα πάθη (αργία, περιέργεια, φιλαρχία, αργολογία) και να χαρίσει αρετές (σωφροσύνη, ταπεινοφροσύνη, υπομονή, αγάπη).

Ζητά από τον Κύριο να του χαρίσει το δώρο της αυτογνωσίας, της μη κατάκρισης των άλλων και της απόκτησης πνευματικών αρετών.

 

Κείμενο Κυριακῆς τῆς Ὀρθοδοξίας

Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συνεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικτε, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι· τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες.

Αὕτη πίστις τῶν ἀποστόλων· αὕτη πίστις τῶν πατέρων· αὕτη πίστις τῶν ὀρθοδόξων· αὕτη πίστις τὴν οἰκουμένην ἐστήριξε.

 

Γιὰ τὴν ἀντιγραφή,

Π. Μ. Σπηλιώτης

Κορφιώτης

 

Δεν υπάρχουν σχόλια